Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.
top

[ zurück ]

Zeus (Iupiter)

Hom.Il.2,412: Agamemnon hat die Griechenfürsten zur Versammlung geladen. Er eröffnet sie mit Gebet und Opfer für Zeus:

Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων, / ...

κύδιστος - ruhmreichster, erhabenster | κελαι-νεφής - dunkelwolkig, schwarz umwölkt | ὁ αἰθήρ, έρος - (heiterer) Himmel (Wohnsitz der Götter) | ναίω - wohne

 

Hom.h.23,1-4 "Zeus, den stärksten der Götter werd ich besingen und größten."
Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον,
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
ἵληθ', εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.

 

Zur Heirat des Zeus mit Hera (ἱερὸς γάμος): Schol.Theokr.eid.15,64

 

Aischyl.Hik.524-530 - 1. Stasimon (στρ. α.): Die Danaostöchter beten um Hilfe. Als Nachkommen der Io stammen sie von Zeus ab.
524
525
526
527
528
529
530
Χο. ἄναξ ἀνάκτων, μακάρων
μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γένει σῷ [γενέσθω].
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δ' ἔμβαλε πορφυροειδεῖ
τὰν μελανόζυγ' ἄταν.
O Herr der Herrn, Seligster Du
Der Selgen, gewaltiger Mächte
Allergewaltigste, Glückes Hort, Zeus,
Erhör uns, deines Stammes Spross;
Wehr ab des Mannvolks dir verhassten Hochmut;
Stürz ins Meer, in den puprpurnen Flutstrom
Schwarzen Verdecks das Fluchschiff!
528 ἀλεύω - halte fern | 530 μελανόζυξ - mit schwarzen Ruderbänken

 

Eur.Tro.884.888: Hekabe betet angesichts des von den Griechen zerstörten Troja zu Zeus:
884
885
886
887
888
ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε· πάντα γὰρ δι' ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ' ἄγεις.
884 τὸ ὄχημα - Wagen (τὴν γῆν ὀχῶν καἐπ ὀχούμενος, Schol.), Boden, Stütze, Halt | 885 δυστόπαστος - schwer zu deuten, unerforschlich (τοπάζω) | εἴτε... εἴτε... - (ἀνάγκη φύσεως, νοῦς βροτῶν, pseudo-epicharm. Lehrgedicht) | 887 προσηυξάμην - | ἄψοφος - | ἡ κέλευθος - Weg, Bahn (ansonsten ist Ζεὺς βρονταῖος ein lauter Gott)

 

  Kleanthes, Zeushymnos (Kleanth.SVF.1,537)
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
Κύδιστ' ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί,
Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
Ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ' ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀε ίσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν,
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
ἀμφήκη, πυρόεντα αειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ' ἔργα τελεῖται·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν·
ὧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.
οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατ' αἰθέριον θεῖον πόλον, οὔτ' ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθ' ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,
δύσμοροι, οἵ τ' ἀγαθῶν μὲν ἀε ὶ κτῆσιν ποθέοντες
οὔτ' ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν·
αὐτοὶ δ' αὖθ' ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ' ἄλλο,
οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἳ δ' ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ
ἄλλοι δ' εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα.
ἀλλὰ κακοῖς ἐπέκυρσαν ἐπ' ἄλλοτε δ' ἄλλα φέρονται,
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφὲς, ἀργικέραυνε,
ἀνθρώπους μὲν ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
ὄφρ' ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντ', ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

 

Arat.Phain.1-18:  Zeus als Garant der göttlichen Ordnung der Welt
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ', ἄνδρες, ἐῶμεν
ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
Τοῦ γὰρ καὶ γένος εἰμέν. Ὁ δ' ἤπιος ἀνθρώποισι
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῷ ἐστήριξεν
ἄστρα διακρίνας, ἐσκέψατο δ' εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύωνται.
Τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
Χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ,
αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι
μειλίχιαι μάλα πᾶσαι. ᾿AEHIOVΕμοί γε μὲν ἀστέρας εἰπεῖν
ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν.

 

Der in heiterer Klarheit entrückte Göttersitz Olymp
Hom.Od.6,41-47: Athene gibt Nausikaa Anweisungen und kehrt dann von der Phäakeninsel auf den Olymp zurück:
41
42
43
44
45
46
47
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ', ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι. οὔτ' ἀνέμοισι τινάσσεται οὔτε ποτ' ὄμβρῳ
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη
πέπταται ἀνέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη·
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.

 

Vom Olymp her schickt Zeus sein Wetter
Hom.Il.12,277-289: Der Sänger vergleicht den dichten Stein-"Hagel" der beiden Heere mit einem Schneegestöber
277
278
279
280
281
282
283
284
285
286
287
288
289
ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος·
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
αἱ μὲν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς,
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.

 

Ζεὺς Ὀλύμπιος - Zeus Olympios
ἀστεροπητής - Blitzeschleuderer ἡ ἀστεροπή, ἡ ἀστραπή - Blitz
κεραύνιος - den Donnerkeil schleudernd ὁ κεραυνός - Blitz
τερπικέραυνος - sich am Blitze freuend τέρπομαι - freue mich
στεροπ-ηγερέτα - Blitzeschleuderer ἡ στεροπή - Blitz
ἀγείρω - sammele
βρονταῖος - donnernd ἡ βροντή - Donner
καταιβάτης - hinabsteigend καταβαίνω - steige herab

 

Hom.Il.16,364-365: Das Heraufziehen eines Unwetters (wieder im Gleichnis)

364
365

ὡς δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, | ὣς...

 

Hes.erg.1-8

1
2
3
4
5
6
7
8

Μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
δεῦτε, Δί' ἐννέπετε, σφέτερον πατέρ' ὑμνείουσαι·
ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
ῥητοί τ' ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
ῥεῖα δ' ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
ῥεῖα δέ τ' ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
1 Πιερία - Landschaft im westlichen Makedonien. Lieblingsplatz der Musen | κλείω = κλέω - mache berühmt, verherrliche (Adv.) | 2 δεῦτε - "hierher!" ergänze ein entsprechendes Verbum) | ἐννέπω - sage an, verkündige | ὑμνέω - singe, preise | 3 ὅν τε διὰ = δι' ὅν (Anastrophe) | ἄφατος - ruhmlos | φατός - berühmt | 4 ῥητός - gepriesen | ἄρρητος - ungepriesen | ἕκητι + Gen. - nach jds. Willen | 5 ῥέα, ῥεῖα (Adv.) - leicht | βριάω - mache stark, bin stark | χαλέπω - bedränge, demütige | ἀρίζηλος - beneidenswert, glücklich | μινύθω - mache kleiner, schwäche | ἀέξω - mehre, fördere | 7 ἰθύνω - richte auf | σκολιός - krumm, gebeugt | ἀγήνωρ - hochgemut | κάρφω  - lasse schrumpfen, demütige | 8 ὑψιβρεμέτης - in der Höhe donnernd

 

Hes.erg.267
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

 

Aischyl.Prom.8-11: Prometheus hat sich mit dem Feuerdiebstahl Zeus' Macht widersetzt. Dafür soll er bestraft werden. 

8
9
10
11

            [...] τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

σφε = αὐτόν

 

Aischyl.Prom.17; 34f; 40f; 49f: Hephaistos fürchtet sich, den Auftrag seines Vaters Zeus, Prometheus anzuschmieden, zu missachten (17). Es ist ihm klar, dass Prometheus kein Erbarmen finden wird (34f). Auch Kratos bestärkt ihn in dieser Überzeugung mit dem Hinweis auf Zeus' Macht (40f, 49f):

17
34

40

49

Ἥφ


Κρ.

εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
[...] Διὸς γὰρ δυσπαραίτητοι φρένες·
ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
σύμφημ'· ἀνηκουστε ῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; [...]
ἅπαντ' ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
17 εὐωριάζω - bin sorglos, missachte | 34 δυσπαραίτητος - unversöhnlich | 35 τραχύς - hart | νέον (adv. Akk.) - neu, seit kurzem | 40 ἀνηκουστέω τινός - höre nicht auf jdn., bin jdm. ungehorsam | 41 οἷόν τε πῶς = πῶς <τοῦτο> οἷόν τέ <ἐστιν> | 49 ἐπαχθής - lästig, verhasst | κοιρανέω τινί - herrsche über jdn. 

 

Hom.Il.8,1-27: Zeus verbietet am zweiten Schlachttag den Göttern, in den Kampf einzugreifen. Um diesem Verbot Nachdruck zu verleihen, pocht er selbst auf seine überlegene Macht und erzielt Wirkung:

1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν,
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον·
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ' ἅμα πάντες
αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
τόσσον ἔνερθ' Ἀΐδεω ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης·
γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
πάντές τ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ
Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ·
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
δησαίμην, τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο.
τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἴμ' ἀνθρώπων.
1 κροκόπεπλος - safrangewandet | κίδνημι = σκεδάννυμι - breite aus | ἡ αἶα = ἡ γαῖα | 2 τερπικέραυνος - sich am Blitze freuend (τέρπομαι - freue mich) | 3 ἡ κορυφή - Gipfel | πολυδειράς - vielgipfelig | σφ' = σφιi | πὸ... ἀκούω - höre auf jdn. | 5 κλύω - höre | ἡ θέαινα  = ἡ θεά | 6 τὸ στῆθος - Herz, Brust  | 7 θῆλυς - sprossend, weiblich  | ἄρσην - männlich | διακείρω - schere durch, durchkreuze, vereitele | 9 αἰνέω - pflichte bei, stimme zu | 10 ἀπάνευθέν τινος - abseits von, fern von  | 11 ἀρήγω - helfe | πληγεὶς sc. <κεραυνῷ> | 12 ἠερόεις - dunkel, finster  | 14 τῆλε - weit, entfernt  | ἧχι =  ᾗ | τὸ βέρεθρον  b‹rayron  - Abgrund | 15 ὁ οὐδόw - Schwelle | ἔνερθέν τινος - unter(halb von) | 18 εἴδετε - kurzvokal. Konjunktiv | 19 ἡ σειρή - Seil | κρεμάννυμι - hänge | 20 ἐξάπτομαι - hefte mich an etw. | 21 ἐρύω - ziehe; ἐρύομαι - ziehe gewaltsam an mich | ὁ μήστωρr - Ausdenker, Berater | ἔκαμον - Aor. v.  κάμνω | 23 πρόφρων - aus tiefstem Herzen, ernstlich | αὐτῇ... γαίῃ... αὐτῇ τε θαλάσσῃ - mitsamt...   | τὸ ῥίον - Bergkuppe, First | 26 μετήορος = μετέωρος - in die Höhe gehoben 

 

Hes.theog.453-500

453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491

492
493
494
495
496
497
498
499
500

Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
ἴφθιμόν τ' Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
Ζῆνά τε μητιόεντα, θεῶν πατέρ' ἠδὲ καὶ ἀνδρῶν,
τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ' ἵκοιτο,
τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
τῷ ὅ γ' ἄρ' οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
παῖδας ἑοὺς κατέπινε· Ῥέην δ' ἔχε πένθος ἄλαστον.
ἀλλ' ὅτε δὴ Δί' ἔμελλε θεῶν πατέρ' ἠδὲ καὶ ἀνδρῶν
τέξεσθαι, τότ' ἔπειτα φίλους λιτάνευε τοκῆας
τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
παῖδα φίλον, τίσαιτο δ' ἐρινῦς πατρὸς ἑοῖο
παίδων θ', οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
πέμψαν δ' ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
ὁππότ' ἄρ' ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
Οὐρανίδῃ μέγ' ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
τὸν τόθ' ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
σχέτλιος· οὐδ' ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
[490] λείπεθ', ὅ μιν τάχ' ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
τιμῆς ἐξελάειν, ὃ δ' ἐν ἀθανάτοισι ἀνάξειν.

καρπαλίμως δ' ἄρ' ἔπειτα μένος καὶ φαίδιμα γυῖα
ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δ' ἐνιαυτῶν
Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
[νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο. ]
πρῶτον δ' ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
σῆμ' ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.

[ zurück ]

 

 

- Letzte Aktualisierung: 13.03.2016 - 14:55